Ancient Greek · ~3 min
Letter 128
Libanius, Epistulae 1-839 128
Not analysed yet
Ὥσπερ οἷς ἔπεμψας χρῶμαι ξενίοις, οὕτω καὶ τῇ τῆς ἐπιστολῆς ἀρχῇ χρήσομαι. κοινὰ γὰρ ἔστω μοι μὴ μόνον τὰ τῆς σῆς ἀγορᾶς τε καὶ γῆς, ἀλλὰ καὶ τὰ τῆς διανοίας. λέ- γω τοίνυν καὶ αὐτός, ὅτι τῶν τε ἄλλων χάρις Ὥραις καὶ ὅτι τὰς πανηγύρεις φέρουσαι φέρουσιν ἀφορμὴν τοῖς παρὰ σοῦ γράμμασιν αὐτῶν, οἶμαι, τῶν ἑορτῶν ἡδίοσι. τὰ μέν- τοι γράμματα ἔλαβον ἀκροώμενος τῶν νέων καὶ πρὸς τὸν μὴ κύνοντα ἠχθόμην ἑλκόμενος ὑπὸ τῆς ἐπιστολῆς. οὐ γὰρ ᾔδει] ἀκριβῶς ὅ τι λέγοι, λύειν ἐκείνην ἐπιθυμῶν. ὡς δὲ δίε παύσατο καὶ εἶρον τὰς Ὥρας ἐπαινουμένας καὶ διὰ πάντων τῶν γεγραμμένων τεταμένην τὴν ὥραν, ἀφεὶς ἃ λέξειν ἔμελ- λον ἐκοίνωσα τοῖς ἑταίροις τὴν ἐπιστολήν, τοῖς δὲ ἀπέχρησε. καὶ οὕτω προσετέθη τοῖς δώροις ἀπαλλαγὴ τοῦ τότε ἐπικει- 5 μένου πόνου.