Ancient Greek · ~3 min
Letter 14
Libanius, Epistulae 1-839 14
Not analysed yet
Οὐ κατεπάτησε τὸν ὅρκον ὁ Διονύσιος, ἀλλ’ ἐπανήκει σοι μετὰ τῶν γραμμάτων, ὃ δὴ καὶ ποιήσειν ὤμοσε. τὴν πόλιν δὲ ἡμῶν εὐδαίμονα καλῶν, ἐν ᾗ κατοικεῖν ἔδεισας, παίζεις ἔχων. εἰ γὰρ δὴ ὄντως αὐτὴν ᾤου τοιαύτην, τί παθὼν ἐξὸν κοινωνεῖν τῆς εὐδαιμονίας οὐκ ἠβουλήθης; τοὺς δ’ ἡμετέ- ρους εἰ μὲν ἀγνοεῖς κινδύνους, ἀδικεῖς, ἀμελῶν γὰρ ἀγνοεῖς καὶ ταῦτα οὕτως ὢν πρόσχωρος· εἰ δ’ ἐπιστάμενος μακαρίζεις <με> μετὰ τῶν δεινῶν, φιλοκινδυνότατος εἶ. τὰ Δεινίου πράγματα καὶ σαυτοῦ νομίζων ὀρθῶς φρονεῖς εἰμὶ δ’ οὐδ αὐτὸς τῶν ἀλλότρια τὰ Δεινίου ποιουμένων, ὄψει δὲ τὴν σπουδὴν ἐν τοῖς γράμμασιν, ἃ πέμψομεν εἰς ἐπικουρία· τῷ γέροντι·