Ancient Greek · ~1 min
159.1 to 159.2
Libanius, Epistulae 1-839 159.1-2
Not analysed yet
Ὑπὲρ ἀμφοτέρων ὑμῶν, Ὑπατίου τε καὶ σοῦ, θαυμαστὴν ἐδεξάμεθα φήμην, καὶ ἴστον τοῦτο ὃ δὴ καλεῖσθον, ἄρχοντες ἀκριβῶς. ἡμεῖς τε οὖν συγχαίρομεν τοῖς ὑφ’ ὑμῶν ὑμῶν σωζο- μένοις ὑμεῖς τε, ὡς εἰκός, ἀλλήλοις, ὁ μέν, ὅτι τοιοῦτος αὐ- τῷ τὴν πατρίδα θεραπεύει, σὺ δέ, ὅτι πόλεως ἄρχεις, ἣ τοι- οῦτον ἤνεγκεν.