Ancient Greek · ~2 min
Letter 158
Libanius, Epistulae 1-839 158
Not analysed yet
Οἴει γὰρ Ἀνδρόνικον τὴν σὴν ἀγνοεῖν ἀρετὴν ἢ μὴ κέρδος αὑτοῦ νομίζειν, εἰ τὰ σὰ φυλάξειεν. ἔχει δὲ οὐχ οὕ- τὼς, ἀλλὰ τὸ μὲν σὸν καὶ δεῦρο διῖκται κλέος, ὁ δὲ ἄρχοντας ἀγαθοὺς οἷδε θαυμάζειν. ἀλλ’ ὅμως ἐπειδὴ κελεύεις, τῷ μηδὲν δεομένῳ γραμμάτων γράφω τοῦ μή σοι δοκεῖν ἀπειθεῖν, οὐχ ὅπως ἐκεῖνον κινοίην. Ναυμάχιος δὲ ὁ καλός, τὸν γὰρ σοὶ φίλον ἀνάγκη τοιοῦτον εἶναι, πάντα μὲν ἔπραξε, δι’ ἡμῶν δὲ οὐδέν, ἤρκεσε γάρ, ἐγὼ δὲ πρὸς τὰ ἔργα μὴ παρα- κληθείς, ὃ λοιπὸν ἦν, ἐποίησα· συνήσθην εἰργασμένῳ.