Ancient Greek · ~2 min
Letter 16
Libanius, Epistulae 1-839 16
Not analysed yet
Ἦν μὲν καλὰ καὶ ὅσα παρών σοι συνῄδειν, ἃ δ’ ἀκούω, φιλοσοφίας ἐγγὺς ἥκει, γλῶττα ἐλευθέρα καὶ τρόπος μισοπό- νηρος καὶ τῶν σπουδαίων ἔρως καὶ τὸ μετ’ ἀνδρείας τοὺς μὲν εὖ ποιεῖν, τοὺς δὲ ἐλαύνειν, καὶ δὴ καὶ τὸ μέγιστον, χρυ- σὸς καταφρονούμενος, ὃς μέγιστον ἐν ἀνθρώποις ἰσχύων ἥττη- ται. Γοργονίου δὲ τοῦθ’ ‘ὲν ἀκούσας, ὅτι σε θαυμάζει, πρὸς θαῦμα κατέστην. οὐ γὰρ ἄν, εἰ μή σοι προσόμοιος ἦν, οὕτως εἶχε. πρᾶττε οὖν ἡμῖν δι’ ἐκείνου, ἃ καὶ πυνθάνο- μαὶ, τὴν ἐπάνοδον· ἐπιθυμῶ γὰρ ἰδεῖν ἃ πυνθάνομαι.