Ancient Greek · ~2 min
Letter 161
Libanius, Epistulae 1-839 161
Not analysed yet
Αἱ τεκοῦσαι ταῖς τικτούσαις παροῦσαι καὶ συναλγοῦσι καὶ συμπονοῦσι καὶ πάντα παραμυθοῦνται τρόπον τὰ μὲν λέ- γουσαι, τὰ δὲ πράττουσαι. εἰκὸς δὴ κἀν τοῖς λόγοις τοῦτο σώζεσθαι καὶ τοὺς ἠγωνισμένους τοῖς ἀγωνιζομένοις βοηθεῖν οὐκοῦν σὺ μὲν τῶν πάλαι παλαιόντων, οὗτοι δὲ τῶν νῦν ἀρξαμένων. δεῖ δή σε τῶν ὠδίνων ἐκείνων ἀναμνησθέντα χεῖρα ὀρέξαι τοῖς ἐν ταῖς ὠδῖσιν. οὐ γὰρ ἂν ἔχοι καλῶς σὲ μὲν ἄλλοις εἰδέναι περὶ ταῦτα χάριν, αὐτὸν δὲ ἑτέροις μὴ δοῦναι.