Ancient Greek · ~1 min
Letter 168
Libanius, Epistulae 1-839 168
Not analysed yet
ρξη΄. Μοδέστῳ. Οὐδέτερον καινόν, οὔθ’ ὁ πολύς σου δρόμος οὔθ᾿ ἡ ξενίων πομπή. πάλαι γὰρ δὴ σὺ καὶ περίπολος καὶ φιλόδωρος, ἀλλ’ ἐγὼ σὲ πῶς ἂν ἀμειψαίμην, εἰ τοὺς λόγους, ὃ μόνον ἐστί μοι, μὴ βούλοιο λαμβάνειν;