Ancient Greek · ~2 min
175.1 to 175.3
Libanius, Epistulae 1-839 175.1-3
Not analysed yet
Ἀλλ’ ἐγώ σοι παρὰ τοῦ Δημοσθένους λαβών τι περὶ τουτουὶ διαλέξομαι Βάσσου. οὗτος τοίνυν, Ἀνδρόνικε, πένης μέν ἐστιν, οὐ πονηρὸς δέ γε. οὗτος μέντοι Φοῖνιξ ὢν καὶ διὰ πάντων ἥκων πόνων ἕστηκε νυνὶ λόγον τε κομίζων καὶ φασκώλιον κενόν, ὅπως τὸν μὲν εἴποι, τὸ δὲ ἐμπλήσαι. σοὶ δ’ ἄμφω πρέπει, τὸν μὲν δέξασθαι, τὸ δὲ μικρὸν ὂν ἐμπλῆσαι. μέγα δὲ τούτῳ καὶ τὸ μικρόν, ὥστε τοὺς μὲν εἰσοίσοντας οὐκ ἀνιάσεις, τὸν δὲ ληψόμενον ὀρθώσεις.