Ancient Greek · ~2 min
Letter 174
Libanius, Epistulae 1-839 174
Not analysed yet
Γαυδέντιον οἶσθα τὸν διδάσκαλον τὸν χρηστόν. ἐπὶ τοῦ- τόν τις καταφεύγει γεωργός, ὁ δὲ ἐπ’ ἐμέ, ἐπὶ δὲ σὲ ἐγώ. πάντως δέ, ὃ καθ’ ἡμέραν ποιεῖς καὶ νῦν ποιήσεις, κωλύσεις βίαν. τὸ μὲν οὖν ὄνομα τῷ χρῄζοντι τῆς βοηθείας Ἀντώ- νιος, γεωργεῖ δὲ περὶ Κύρον· ὁ δὲ ἀδικῶν, εἴπερ ἀδικεῖ, ρεγρῖνος, τῶν σῶν οὗτος ὑπηρετῶν. παῦσον τοίνυν ἢ βιαζό- μενον τοῦτον ἢ ψευδόμενον ἐκεῖνον.