Ancient Greek · ~2 min
184.1 to 184.2
Libanius, Epistulae 1-839 184.1-2
Not analysed yet
Οἶον ἔδρασας ὁ τοῦτο μόνον ἁμαρτών, ὃ μόνον οὐκ ἐχρῆν ἁμαρτεῖν, εἰ καὶ τὰ ἄλλα ἠδίκεις· Βηρῖνος παρῶπται καὶ καταπεφρόνηται, Βηρῖνος ὁ πάντων ἐμοὶ φίλτατος, φαίην δ’ ἄν, ὅτι καὶ σοὶ φίλτατος, εἴπερ ἐμοί. καίτοι πάντα ὑπ- ισχνοῦ ποιήσειν καὶ θαρρεῖν ἐκέλευες καὶ δεομένων πολλάκις ὕβριν τὸ πρᾶγμα ἐκάλεις· ἔσεσθαι γὰρ τῶν περὶ Φοινίκην σοι προοίμιον τὴν πρὸς τοῦτον χάριν.