Ancient Greek · ~3 min
Letter 183
Libanius, Epistulae 1-839 183
Not analysed yet
Ὅτι μὲν ἔμελλες ὡς ἥδιστα τὸν χρηστὸν ὄψεσθαι Παλ- λάδιον καὶ μηδὲν ἐμοῦ γράφοντος, εὖ ᾔδειν. τούς τε γὰρ νό- μους μεθ’ ὧν ἄρχεις καὶ τοὺς λόγους ἐν οἷς ζῇς παρ’ αὐτῷ ζητῶν εὑρήσεις. ἀλλὰ ταῦτα μὲν καὶ παρ’ ἄλλοις, ἡ δέ γε τῶν ἠθῶν χάρις καἰ τὸ τῶν τρόπων ὁμιλητικὸν καὶ τὸ οἷς συγγένοιτο, τούτους εὐθὺς ἕλκειν καὶ τὸ ἀπούσης μὲν ἑορτῆς αὐτὸν ἑορτὴν εἶναι καὶ μόνον, παροῦσαν δὲ μείζω ποιεῖν, ταῦτα ἴσως μὲν οὐκ ἐν ἄλλῳ, πάντως δὲ οὐκ ἐν πολλοῖς. διὰ μὲν δὴ ταῦτα καὶ φεύγοντα ἂν διώκοις καὶ οὐχ ὅπως προσ- ιόντα ἀπωθοίης. ὥστ’ οὐδὲν ἴδει γραμμάτων τῶν ποιησόντων φιλίαν, ἀλλ’ ἐπειδὴ καὶ χρήσῃ φανέντι καὶ χρώμενος ἑπαινέ- σεῖς τὸν ἄνδρα, συνεφάπτομαι τοῦ πράγματος, ὅπως μοι χάριν εἰδῇς, ὅταν αὐτὸν ἐπαινῇς.