Ancient Greek · ~3 min
Letter 185
Libanius, Epistulae 1-839 185
Not analysed yet
Ῥουφῖνος συγγενὴς μέν ἐστιν Ὀλυμπίου τοῦ πάνυ, φί- λος δὲ ἐμός, τὸν συγγενῆ γὰρ μιμεῖται, τῆς δὲ περὶ τὸν ὕπαρ- χον στρατιᾶς ὅτιπερ κεφάλαιον. τούτῳ Κυρῖνος, σὸς δὲ οὗ- τος στρατιώτης, θυγατέρα βούλεται μὲν δοῦναι νοῦν ἔχων, 10 μέλλει δὲ ὑπ’ ἀνάγκης, ἵδρυται γὰρ ἐν Βερροίᾳ. μετὰ δὲ τοῦ γαμηλίου Δῖός σὺ κύριος γενέσθαι τοὺς γάμους, ἢν ἀνα- λῦσαι τὸν Κυρῖνον ἡμῖν ἐθελήσῃς ἡμέρας οὐ πολλάς. δεῖ δέ σε θεραπεύειν τὸν Γάμον, ὅπως σοι τὰ δεύτερα τοῦ θεοῦ γέ- νηται βελτίω. ἀλλ’ ὅπως μή μοι τὸ Ἄκαι τὸ μηδ’ ἀσχολίαν 16 μηδ’ ὡς οὐχ οἷόν τε Με ταῦτα δὴ τὰ εἰωθότα γράψῃς. δεό- μεθα γὰρ οὐ διότι τὸν ἄνδρα οὐκ ἀφῆκας ἀκοῦσαι, ἀλλ’ αὐ- τὸν ἀφεθέντα τὸν ἄνδρα ἰδεῖν.