Ancient Greek · ~3 min
Letter 187
Libanius, Epistulae 1-839 187
Not analysed yet
Οὗτος ἡμῖν τῆς οἴκαδε ἐπανόδου καρπὸς ἐντυχεῖν λαιοῖς συμφοιτηταῖς καί τι τῶν ἀρχαίων εἰπεῖν τε πρὸς αὐ- τοὺς καὶ παρ’ ἐκείνων ἀκοῦσαι δόξαι τε ἐπ’ αὐτῶν εἶναι τῶν ἔργων τῇ μνήμῃ τῶν γεγενημένων. γέγονε δή μοι τοῦτο Λαὶ πρὸς τὸν ἄριστον Θεόδοτον καὶ τὰς ἡμέρας ταύτας ἐν ταῖς ἑορταῖς γέγραμμαι, καὶ προσέθηκά γε τῷ τὸν ἄνδρα φι- λεῖν, ὅτι τὴν σὴν οὗτος οἰκίαν φιλεῖ. τῶν γοῦν πρὸς ἡμᾶς αὐτῷ προοίμιον τὰ περὶ τοῦ σοῦ παιδὸς ἐρωτήματα καὶ οὐ πρότερόν γε ἀπῆρε πρὶν διεκωδώνισε τὸν νέον κελεύσας ἔπε- σιν Ὁμήρου προσπαλαῖσαί τισιν. ὁ δὲ οὐδὲν διατρίψας ἧκε, τὰ λοιπὰ δὲ αὐτὸς ἐρεῖ, πάντως δὲ οὔθ’ ἑκὼν οὔτε ἄκων ἐζ- απατήσει τιμῶν τε τἀληθὲς καὶ γέμων ῥητορικῆς.