Ancient Greek · ~3 min
Letter 191
Libanius, Epistulae 1-839 191
Not analysed yet
Τὸ μὲν πρῶτον οὐκ ἦν ἡμῖν εἰδέναι, ποῦ ποτε ὢν τυγ- χάνεις, ἀλλ’ ὅτι μὲν ἐν τῇ ποταμὸν ἑκατέρωθεν ἐχούσῃ, Τί- γρητα μὲν ἐνθένδε, Εὐφράτην δὲ ἐνθένδε, τοῦτο οὐκ ἦν ἀγνο- εἰν· ταύτης δὲ ἐκείνης ὅπου τοῦτό γε καὶ τὰς αὐτόθι πό- λεις ἐλάνθανε διὰ τὸν οὐδαμοῦ καθήμενον ἀετόν. εὐχόμην δή σε τῆς πλάνης ἀπαλλαγέντα στῆναι μικρόν, ὅπως γένοιτο πορεύεσθαι ταῖς ἐπιστολαῖς, ὃ δὴ καὶ γέγονεν. ὡς γὰρ ἀνέ- πνευσας, ἐπέστειλάς τε καὶ πρὸς ἐπιστολὰς ἐγείρεις, καὶ οὐ φή- σεῖς γε τὸ παρελθὸν ἔτος κατὰ τὴν παροιμίαν εἰς γράμματα γενέσθαι βέλτιον τοῦ νῦν. ὃν δὲ ἔπεμψας ἐπὶ ἰατρικὴν νέον διδασκάλῳ Θάλλω χρησόμενον, οὔπω ἔσχον ἰδεῖν. ἢ γὰρ οὐχ ἧκεν ἢ οὐδὲν ἡμῶν οἴεται δεῖσθαι.