Ancient Greek · ~3 min
Letter 193
Libanius, Epistulae 1-839 193
Not analysed yet
Ἔτ' ἐπιστέλλεις, ἡμεῖς δέ σε ὄψεσθαι προσεδοκῶμεν. πάλαι μὲν γὰρ ἠκούομεν, ὡς κέκλησαί τε καὶ βαδίζεις, ἀλλά μοι δοκεῖς κεκλῆσθαι μέν, ἑλέσθαι δὲ καθῆσθαι τοῦ Νείλου σε πεπεικότος ὅτι βέλτιον ἐν Αἰγύπτῳ τρυφᾶν ἢ ἑτέρωθι πο- νεῖν, ὅπως ἄλλοις ἐξείη τρυφᾶν. ὡς μὲν οὖν οὐκ εἰς τέλος διαφεύξῃ τοὺς πόνους, ἀλλ’ ὄψομαί σε πάλιν ἐν φροντίσιν ἇί τῶν ἀρχόντων εἰσίν, οἶδα, μεμνημένος δὲ ἡμῶν τοῦτο ποιεῖς, ὃ καὶ ἡμεῖς, ἐπεὶ καὶ ἡμεῖς σε περιφέρομεν ἐν τῇ ψυχῇ. καί- τοι γενναῖος μὲν ὁ τὴν σὴν προστασίαν διαδεξάμενος, οὐχ ἦττον δὲ ἀγαθὸς ὁ τὴν ἐκείνου ἀλλ’ ὅμως καὶ πρὸς αὐτοὺς ἐκείνους ἐπαινοῦμεν τὰ σὰ καὶ οὐ λυποῦμεν.