Ancient Greek · ~2 min
195.4 to 195.6
Libanius, Epistulae 1-839 195.4-6
Not analysed yet
οἶμαι δέ, οὐδ’ εἴ τις ἀπέσφαττεν, ἤλγησεν ἄν. οὐ γάρ, ὥσπερ οἱ πολλοί, φρίττει τὸν θάνατον, ἀλλ’ οἶδεν οὔσας τοῖς γε δι- καίοις ὑπὸ γῆς οὐ μικρὰς εὐφροσύνας. ἥκει δή σοι θεα- τής τε ὧν πράττεις καὶ κριτής, προσθείην δ’ ἂν καὶ ἐπαινέ- της. οὗ τὴν ψῆφον ἢν λάβῃς, λήψῃ δέ, πλέον εἰς δόξαν νῦν ὑπάρχοντος ἔξεις καὶ ταῦτα ὄντος οὐκ ὀλίγου τοῦ νῦν οὐδεὶς γὰρ τὴν ἐναντίαν Ἱερίῳ θήσεται τῷ τῶν μὲν ἄλλων διαφέροντι κατὰ τὸν τῆς φιλοσοφίας ἔρωτα, τῶν δ’ αὖ φιλοσοφούντων τῷ χαίρειν ἐᾶν πώγωνα καὶ τρίβωνα καὶ βακτηρίαν.