Ancient Greek · ~5 min
Letter 196
Libanius, Epistulae 1-839 196
Not analysed yet
Εἴη σε τὴν στοὰν ταυτηνὶ τὴν εὐρεῖάν τε καὶ μακρὰν καὶ ὑψηλὴν καὶ τῷ Διονύσῳ φίλην ἐπιτελέσαι κατὰ νοῦν καὶ σταίη γε παγίως, ἕως ἀνθρώπων γένος, σώζουσα τῷ γε ἐγεί- ραντι τοὔνομα. ἀλλ’, ὦ μακάριε, μὴ τοῦθ’ ἓν μόνον σκο- πῶμεν, ὅπως μεγάλα ποιήσωμεν, ἀλλὰ καὶ ὅπως μηδένα ἐν οἷς ποιοῦμεν λυπήσωμεν· ὡς νῦν γε εἰσὶν οἱ στένουσιν, ὧν αὐτὸς ᾐσθόμην, καὶ οὔ σε ἀποκρύψομαι, ἴν’ εἴ τι φαινοίμην λέγων, παύσαις τὸ γιγνόμενον. κίονας ἐκ Σελευκείας τοῖς μὲν ἐπέ- ταξας κομίζειν, κομίζειν, τοὺς δὲ ᾔτησας χάριν. ὁ δὲ οὕτω διειλεγμένος κύριον πεποίηκε τὸν αἰτηθέντα ἀμφοῖν. ἡ βουλὴ μὲν ὑπηρε- τεῖ σιγῇ, τῶν δὲ ἐν ἀρχαῖς γεγενημένων οἱ μὲν ταὐτὸν ἐκεί- νοις ποιοῦσι καὶ κομίζουσιν, εἰσὶ δὲ οἷς δοκεῖ τὸ πρᾶγμα δει- νόν, οἷς ἀξία μέν ἐστι, δύναμις δὲ οὐκ ἔστι. καὶ τὸ ὑπάρ- χοῦ τειχίον ὀνομάζουσι τὴν στοάν, φόβος δὲ οὐ μικρὸς μὴ ἡ νῦν καλουμένη χάρις εἰς ἀνάγκην ὁμοῦ προβῇ τῶν ἔπειτα φασκόντων ἀκολουθεῖν παραδείγματι καί τις ὕστερον μέμψη- τᾶι τῷ τὴν ἀρχὴν εὑρόντι. ἀλλ’, εἰ δοκεῖ, τῇδε ποιῶμεν· κήρυξον, εἴ τις βούλεται, τούς τε γὰρ βουλομένους εὑρή- σεις διὰ τὸ δύνασθαι τούς τε οὐ δυναμένους οὐκ ἀνιάσεις. καὶ οὕτως οὐδεὶς καταράσεται τῷ ποιουμένῳ. εἴη δέ σοι μικρὰ κατασκευάζεσθαι συνηδομένων ἁπάντων ἢ βαρυνομένων τὰ τείχη Βαβυλωνίων.