Ancient Greek · ~3 min
Letter 198
Libanius, Epistulae 1-839 198
Not analysed yet
Εἰ μὲν οὐκ ἦν σοὶ φίλος, ὥσπερ ἡμῖν, ὁ χρηστὸς Εὐ- στόχιος, πολλῶν ἂν ἴδει μοι λόγων εἰς τὸ δοῦναί σε χάριν· νῦν δέ, οἶσθα γὰρ τὸν ἄνδρα καὶ εἰδὼς φιλεῖς, ἃ δοίης ἂν ἡδέως αἰτοῦμεν. κακῶς φησι πεπονθέναι ὁ σὸς στρατιώτης παρὰ τῶν τὰ τοῦδε διοικούντων, οἱ δὲ ἀρνοῦνται καὶ κατα- δύντες που τρέμουσιν, οὐχ ὅτι ἠδίκησαν, ἀλλ’ ἡ ἀπειρία ποιεῖ τὸν φόβον. ὁ καρπὸς δὲ ἐν συγκομιδῇ, κἂν μὴ φανῶσιν ἐκεῖνοι, πάντα Εὐστοχίῳ διέφθαρται. μὴ δὴ γένη βλάβης αὶ- τιος ἀνδρὶ καλῷ τε κἀγαθῷ, ἀλλὰ μηδ’, εἴ τις ἐπλημμέλησε, διαφευγέτω τὴν δίκην. πῶς ταῦτα; <νὴ> Δία, βουλῆς μακρᾶς, εἰ καὶ τὸν καρπὸν διασώσει κἀκείνους οὐκ ἀφαιρή- σεταί σε. δεῖ δέ σε εἰδέναι τοῦθ’ ὡς, ἢν ἁλῶσιν, οὐδὲν δεήσει τῆς ὀργῆς, ἀλλ’ ὁ δεσπότης φθήσεται τὸν δικαστήν.