Ancient Greek · ~2 min
Letter 2
Libanius, Epistulae 1-839 2
Not analysed yet
β' Ἐλεβίκῳ. (383 vel 387?) Γράμματα μὲν ὁ χρηστὸς Φλωρεντιανὸς οὐκ ἤνεγκέ μοι παρὰ σοῦ, γράψαι δέ με πρότερον ἔπεισεν ὀμόσας ἐμὲ φιλεῖ- σθαι παρὰ σοῦ. καὶ ἐγὼ τῲ μὲν οὐκ ἀπιστήσας, σὲ δὲ θαυ- μάσας εἰ τὰ ἐπὶ τῆς ἑσπέρας ἐκείνης ῥήματα ὀλίγα φιλίας ἀρχὴν ἐποιήσω, γέγραφα τοῦ τε φιλεῖσθαι χάριν εἰδὼς καὶ γράμματα ἀπαιτῶν. εἰ δ’ αὖ καὶ κωλύῃ τῷ πλήθει τῶν πραγ- μάτων, ἀλλ’ ἔμοιγε μέγα καὶ τὸ φιλεῖσθαι μόνον.