Ancient Greek · ~2 min
Letter 201
Libanius, Epistulae 1-839 201
Not analysed yet
Εἰ μέν του καὶ ἄλλου μισθὸν ὀφείλεις Λεοντίῳ, σαυτὸν ἀναμνήσεις· οὗ δέ σε ἐγὼ οἶδα μισθὸν ὀφείλοντα, τοῦτο παρατηρῶν διετέλεσεν ἐν οἷς ὁ παῖς εἴη σοι, καὶ ἦν οὐδὲν οὔτε τοῦ παιδαγωγοῦ περὶ ταῦτα δεύτερος οὔθ’ ὧν ἂν ἐποί- ησεν ὁ πατὴρ εἰς τὸν ἑαυτοῦ παρών. αὐτὸς μὲν οὖν οὐ. δὲν ἀπαιτεῖν ἀξιοῖ νομίζων υἱέος ἐπιμελεῖσθαι, σὲ δὲ ἄξιον καὶ σιωπῶντι δοῦναι. ἔστι δὲ ὁ μισθὸς ὑπὲρ ὧν ἥκει πραγμάτων, ταῦθ’ ὅπως ὡς τάχιστα λάβοι τέλος φροντίσαι.