Ancient Greek · ~5 min
203.2 to 203.7
Libanius, Epistulae 1-839 203.2-7
Not analysed yet
Ἑρμόλαος τοίνυν οὗτος γίγνεταί μοι συνήθης ἀπὸ τοῦ περὶ τοὺς λόγους ἔρωτος, δι’ ὃν οὐκ ὤκνησεν ὁμοῦ τοῖς τε δικαζο- μένοις συμμαχεῖν καὶ τῶν φοιτώντων εἷς εἶναι, καὶ δὴ καὶ ἐπηύξησε τὴν οὖσαν αὑτῷ δύναμιν. οὐκοῦν σοι πάρεστι πεῖραν λαβεῖν. τοῦ δέ γε εἶναι χρηστὸς οὕτω σφόδρα πάνυ πεποίηται λόγον, ὥστ’ οὐδ’ ἂν ἐχθρὸς εἴποι περὶ αὐτοῦ μὴ εἶ- ναι χρηστόν. ἥκων δὴ νῦν ἐνθάδε θησόμενός τι τῶν αὑ- τοῦ βέλτιον διὰ τοῦ μειζόνως ἰσχύοντος ἤκουσε παρ’ ἡμῶν, ὡς οὐδὲν δεῖ τρέχειν ἐπ’ Εὐφράτην οὐδὲ τὸν δεῖνα ἐνοχλεῖν· δώ- σεῖν γὰρ σὲ μείζονα ὧν ἂν εἶχε παρὰ τοῦ μείζονος. υἱὸν μὲν οὖν νέον ἐνεβίβασεν εἰς τὸ λειτουργεῖν τοῦτο πρῶτον ἡγού- μενος τῷ χρηστῷ προσήκειν, πατρίδα εὖ ποιεῖν, δεῖ δὲ τῷ πρὸς τοῦτο καταστάντι τὸν ἄρχοντα εὐμενῶς ἔχειν, εἰ μέλλοι πλεύ- σεσθαι καλῶς. ὅπως οὖν αὐτῷ ποιήσῃς τὸν πλοῦν ἀσφαλῆ τῷ τε αὐτὸς βοηθεῖν καὶ τῷ τὸν ἡγεμόνα παρασκευάσαι τὰ σὰ μίμεῖσθαι· ὡς ἐγὼ μὲν ταῦτα ποιήσεις ὑπεσχόμην καὶ σὸν δ’ ἂν εἴη μή με αἰσχύνῃ περιβαλεῖν. ἀλλ’ εἰς τε Ἑρμό- λαον γίγνου τοιοῦτος ὁποῖον οἶδα καὶ τὸ πρὸς ἡμᾶς ἐπιστέλλειν ἀνανεοῦ. καὶ γὰρ εἰ πολλὰ τὰ νῦν γράμματά σου τῆς χειρός. αὐτό γε τοῦτο ἄτοπον ἐν τοῖς πολλοῖς μὴ καὶ τὰ πρὸς ἡμᾶς εἰναι.