Ancient Greek · ~2 min
Letter 204
Libanius, Epistulae 1-839 204
Not analysed yet
Λεόντιον ἐκεῖνον, ὑπὲρ οὗ πολλάκις ἐπεστάλκαμεν, ὅτι μὲν ἀφήσεις οἶδα, τουτὶ γὰρ αὐτῷ τὰ πράγματα δίδωσιν, οἶς ἕπῃ· τὸ ταχὺ δὲ ᾐτήσαμεν παρὰ σοῦ, σὺ δὲ οὐ δίδως, ἴσως, ὅτι ᾐτήσαμεν. ἰδοὺ δή, τοὐναντίον αἰτοῦμεν, μέλλησιν, ὅπως ἔλθῃς ἐπὶ τὸ ταχύ. δοκεῖς γάρ μοι φοβεῖσθαι μή τις ὅτι δέ- δωκας χάριν ἀκούσῃ. διὰ τοῦτό σου δέομαι δῆσαι τὸν Λεόν- τιον ἐλπίζων αὐτῶ τοῦτο γενήσεσθαι λύσιν.