Ancient Greek · ~5 min
Letter 207
Libanius, Epistulae 1-839 207
Not analysed yet
Ἱλαρίου καὶ τοὺς λόγους οἶσθα καὶ τὴν πενίαν οὐκ ἀγνο- εῖς καὶ τὴν πρὸς ἡμᾶς ἐπίστασαι φιλίαν καὶ ὅτι πολλὰ πα- θῶν οὐδὲν ἀδικῶν ἐκπέπτωκε τῆς αὑτοῦ. τὸ δ’ ὑφ’ οἴων, οὐδὲ ἐμοὶ λέγειν ἀσφαλές· ἰσχύουσι γάρ. τὸν δ’ ἐκ τοῦ συναγορεύειν πόρον ἦν μὲν δίκαιος φέρειν, ἀλλ’ οὐκ ἐθέλου- σιν αὐτὸν ὁρᾶν οὓς ἐποίησεν ἂν τῶν ἀντιδίκων κρείττους, εἴ- περ ἑώρων. μία δὴ λοιπὴ πρὸς τὸν βίον ἀφορμὴ τὸ παρὰ βασιλέως δεδομένον εἰς τροφήν. ὃ νῦν μὲν τῷ καιρῷ βέβλα- πται, γένοιτο δ’ ἄν, εἰ σὺ βουληθείης, αὐτῷ βουλήσῃ δέ, εὖ οἶδα. τοῦ γὰρ ἐπαινεῖσθαι καλῶς ποιῶν ἐρᾷς, ἐπαινέσον- ται δέ σε πάντες ἄνθρωποι. πάντες γὰρ τῷδε συνάχθονται, κἂν τύχῃ τινὸς ἀγαθοῦ, τῶν εἰληφότων αὑτὸν ἕκαστος ἡγήσε- τᾶι. ὡς μὲν οὖν πολλοὶ πολλαχόθεν οἱ διοχλοῦντες, οἱ μὲ ὑπὲρ αὑτῶν, οἱ δὲ ὑπὲρ τῶν γνωρίμων, οὐδὲν δέομαι παρ’ ἄλλου μαθεῖν, ἀλλ’ ὁρᾶν μοι δοκῶ καὶ τοὺς τῆς δεξιᾶς ἁπτο- μένους καὶ τὸ πλῆθος τῶν ἐπιστολῶν. ἐνθυμοῦ δὲ ὡς οὐ- δενὶ τῶν ἄλλων τοσοῦτόν ἐστι τὸ δίκαιον —ὡς ἔδει γε μηδὲ τούτῳ —καὶ νόμιζε μὴ ὁμοίως δεῖν ὑπακούειν τοῖς τε ὑπὲρ πλούτου τῇ σπουδῇ χρωμένοις καὶ τῷ δεδοικότι λιμόν. οἱ μὲν γὰρ οὐκ ἂν πλείω τὰ ὄντα ποιήσαιεν, ὁ δὲ ἂν οἴχοιτο. διὰ μὲν ταῦτα τὸ μὲν ἐμὸν ἀφείσθω, τὸ δὲ τοῦδε πραττέσθω.