Ancient Greek · ~2 min
21.1 to 21.2
Libanius, Epistulae 1-839 21.1-2
Not analysed yet
Πρότερον μὲν ἐθαύμαζον τὸν κράτιστον Ἑρμογένην ἀπὸ τῆς φιλοσοφίας ἧς ἤκουον αὐτῷ μέλειν. νῦν δὲ δὴ καὶ φιλῶ τὸν ἄνθρωπον, διότι δὴ πόσου τε καὶ τίνος ἄξιος εἶ γινώσκει. λέγεται γὰρ ἄνδρα τέ σε ἀγαθὸν ἡγεῖσθαι καὶ τὸ συνεῖναι μέγα ποιεῖν καὶ τὸ μὴ συνεῖναι βαρύ. τοῖς μὶν οὖν ἄλλοις ἔπεισι σοὶ συγχαίρειν, ἐμοὶ δὲ ἀμφοῖν· σοὶ μέν. ὅτι σοι πρόσκειται τοσαύτη δύναμις, τῷ δ’, ὅτι φιλῶν ὃν ἐχρῆν εὐδο- κιμεῖ τῇ κρίσει.