Ancient Greek · ~6 min
Letter 20
Libanius, Epistulae 1-839 20
Not analysed yet
Ἄρα καὶ τοῦτο τοῖς ἄρχουσι νόμος μὴ τοῖς φίλοις ἐπι- στέλλειν, ἐπειδήπερ ἄρχουσιν; εἰ μὲν δὴ κεῖται καὶ γέγραπται, χρῶ τῷ νόμῳ καἰ σίγα· εἰ δ’ οὐδεὶς κωλύει νόμος, πόθεν ἡ σιγή; λέγε. εὑρηκέναι γάρ μοι δοκῶ· μεῖζόν σου γεγένηται τῶν πραγμάτων τὸ πλῆθος καὶ τῶν κοινῶν ἡ φροντὶς οὐκ ἐᾷ τῶν οἰκείων ἐπιμελεῖσθαι. τοῦθ’ ἥδιόν μοι πείθειν ἐμαυ- τὸν ἢ ὅτι σὺ τῶν φίλων ὑπὸ τῆς ἀρχῆς ἐπελάθου, ὃν ἀκούω μετριώτερον ὑπὸ τῆς ἐξουσίας εἶναι καὶ τούτῳ τοῦ προτέρου διαφέρειν τῷ πλείω πράττειν· ὡς ὅ γε τρόπος <ὁ> αὐτός, εἰσὶ δὲ οἱ λέγουσιν ὡς καὶ βελτίων. Ἰανουάριος μὲν οὖν ἀπαγ- γελεῖ σοι περὶ ἡμῶν, ὡς ἀρρωστοῦμεν, εἰ μή σε ἐξαπατᾶν βούλοιτο τοῦ μὴ λυπεῖν· ἀεὶ γάρ τινι προσπαλαίομεν κύματι. καὶ ταύτην τίνομεν τῷ Φιλίῳ τὴν δίκην, ὅτι δή τι φίλων ἡμῖν ἐφάνη τιμιώτερον. ἐγὼ δέ σοι περὶ αὐτοῦ λέγειν ἔχω, ὡς ἐν δυσχερεῖ διοικήσει χρηστὸς ἐδείχθη. καὶ τοῦτον μόνον οἱ τε ταχέως οἴ τε βραδέως ὧν ἔχρῃζον τυχόντες ἐπῄνεσαν τοσαύτην ἀνεμίγνυ γοητείαν ταῖς ἀναβολαῖς τοιγαροῦν ἀπιὼν ἀνιᾷ τοὺς βελτίους, διότι παρὼν οὐκ ἐλύπησεν. ἐμοὶ δὲ δεομένῳ τοσοῦτον ἀπεῖχεν ἀπειθεῖν ὥστ’ εἰ διαλείποιμι τοῦτο ποιῶν. . ὕβριν τὸ πρᾶγμα ἐκάλει καὶ διεμέμφετο. τὰ σὰ δὲ ἀγαθὰ νομίζων αὐτοῦ τε καὶ ἐμὰ ὅ τι μάθοι τρέχων ὡς ἡμᾶς ἐμήνυε τῷ προσώπῳ κηρύττων τὴν ἡδονήν. εἶπον ἂν πλείω πρὸς ἀγνοοῦντα, νῦν δ’ ἐπίστασαι τὸν ἄνδρα.