Ancient Greek · ~7 min
21.4 to 21.10
Libanius, Epistulae 1-839 21.4-10
Not analysed yet
τοῖς μὲν οὖν ἀδικοῦσιν Ἑρμογένης ἐπαγέτω δίκην ἐγὼ πρῶτος ἐπαινῶ τὴν ὀργήν, κἂν παύσηται τῆς ἐπὶ τοῖς τοιού- τοις ὀργῆς, καὶ ἐγὼ τῶν ἐπαίνων, τὸ νῦν δὲ τοῦτο παραγωγή τίς ἐστι καὶ ἔργον ἀπάτης, οὐ τῆς Ἑρμογένους φύσεως. ἄκουε δέ· σταθμός τίς ἐστι περὶ τὸν Εὐφράτην, Καλλίνικος ὄνομα αὐτῷ· Καλλινίκου γὰρ ἐνταῦθα ἀποσφαγέντος ὁ σοφι- στὴς γίνεται προσηγορία τῷ τόπῳ, οἷα πολλὰ μὲν ἐν γῇ, πολλὰ δὲ ἐν θαλάττῃ πάλαι. τοῦτο δὴ τὸ χωρίον ἔχει στρα- τιὰν ἱδρυμένην, ἣν τρέφεσθαι παρ’ ἡμῶν οὐκ ἐκεῖσε κομι- ζόντων, ἀλλ’ ἑτέρωσε τὴν τροφήν, ἐκεῖθεν δὲ εἰς Καλλίνικον ἄγειν νόμος τὸν ἄρχοντα τῶν περὶ τὸν Εὐφράτην. Νικέντιος δὲ τὰ αὑτοῦ διακονήσας ὧν ἐπλημμέλησαν ἕτεροι δίκας δί- δωσι, τοῦτο δὴ τὸ ἐν Αὐλίδι. ἴσως μὲν οὖν οὐδ’ αὐτὸς διηγησάμην κακῶς, εἰ δ’ οὖν τι καὶ ἐξηνέχθην, Νικέντιός σε διδάξει καλῶς. σὺ δὲ βοήθησον δυοῖν ἄρχουσι τὸν μὲν ἐξελό- μενος βλάβης ἀδίκου, τὸν ἐλάττω, τὸν δ’ ἀποστήσας ὀργῆς οὐ δικαίας, τὸν κρείττω. εἰ δὲ παιδὸς ἡγεῖται τὴν μεταβολήν, τὴν μὲν ἐπὶ <τὰ> χείρω νομιζέτω φαύλην, τὴν δὲ τῶν λων τι λύουσαν ἀγαθήν, ἄλλως θ’ ὅτε τὸ μὲν τίμημα τηρεῖν ἂν ἔχοι, τὸν δ’ ἔξω τῆς αἰτίας ἀφιέναι. τὸ γὰρ χρυσίον εἰσπραττέτω μέν, εἰσπραττέτω δὲ παρὰ τῶν λελοιπότων τὴν τάξιν καὶ προσέτι γε τῶν ἐξηπατηκότων, οἳ σφίσιν αὐτοῖς χαριζόμενοι τὰ οὐκ ὄντα ἔφρασαν. ἐπειδὴ γὰρ θυμὸς μἐ- γας διο τρεφέων ὑπάρχων, μὴ ἴστω τοῖς φενακίζουσιν ἄδεια, ὅπως τῆς ἀληθείας κρατούσης μηδεὶς ἀδίκως κολάζηται. λύων δὲ τὴν αὑτοῦ ψῆφον ἐννοείτω τὸν βασιλέα Κρητῶν τὸν παῖδα Δῖός, ὃς εἰς τὸ ἄντρον δι’ ἐνάτου πορευόμενος ἔτους ὧν ἐτε- θείκει νόμων οὐκ ᾐσχύνετο κινῶν ὃν κρεῖττον ἦν κινεῖσθαι.