Ancient Greek · ~3 min
Letter 22
Libanius, Epistulae 1-839 22
Not analysed yet
Ἐγώ σου μέλλων αἰτιᾶσθαι τὸ χαίρειν ἀγροῖς καὶ νομί- ζων οὐκ εἶναί σοι λόγον, ὅς δείξει τὸν ἐκεῖσε δρόμον εὔλογον, ἐπειδὴ τὴν ὀπώραν ἔλαβον καὶ εἶδον. οἷα παρὰ σοὶ τίκτει τὰ δένδρα, θαυμάζω μεταβαλών, ὅτι δὴ τοιαύτης γῆς καὶ μικρὸν ἀπανίστασαι χρόνον. ἴσως που τοιοῦτος ἦν ὁ κῆπος ὁ δόξας μῆλα δεδωκέναι χρυσᾶ, ἃ χρυσᾶ μὲν οὐκ ἦν, οὐ γὰρ οὗτος φυτῶν νόμος, διὰ δὲ κάλλος ἐκτήσατο τὴν ἀπὸ τοῦ χρυ- σοῦ φήμην. ἀλλὰ καὶ τοιαύτης οὔσης σοι τῆς ὀπώρας κατὰ τὴν ὥραν ἐκράτει τὰ γράμματα· τοσοῦτον ἄνθους μετεῖχε. θεράπευε δὴ θεοὺς ἐφόρους γεωργίας. δεῖ δέ σε οὐ πονεῖ- σθαι τοῖς ἀναθήμασι. μὴ γὰρ δὴ ἔστω τούτων ὧν ἐργάζεται χρυσοχόων τέχνη, ἀλλ’ ἀφ’ ὧν ἔδοσαν τιμάσθων. εὖ οἶδα γάρ, ὡς ἥδιον αὐτοῖς χρυσίδων βότρυες ἐξημμένοι τῶν ἀγαλ- ματω ν.