Ancient Greek · ~4 min
Letter 214
Libanius, Epistulae 1-839 214
Not analysed yet
Εἰ πολίτῃ δίκαιον βοηθεῖν, διπλοῦν τοῦτο νυνὶ γίγνεται τὸ δίκαιον. εἴτε γὰρ Ἀντιοχεὺς ὁ Καλλιόπιος καλοῖτο, δεῖ δή- που με συμμαχεῖν· εἴτ’ ἀπὸ τῆς μείζονος, ἐγγέγραμμαι παρ’ αὐτοῖς, ὥστε καὶ ταύτῃ βοηθητέον. τὸ δέ γε ἔτι μεῖζον, χρη- στὸς ἀνὴρ καὶ δόξαν ἀπὸ τοῦ φυλάττειν τὰς φιλίας λαβών. καὶ γάρ τοι πένης ἐλθὼν ἐκεῖσε καὶ δοὺς τῆς φύσεως πεῖ- ραν τὰ τῶν εὐδαιμόνων ἅπαντα εἶχε. τοῦ δὲ καὶ τοῦτο ἐπῃ- νεῖτο, ὅτι πλείω λαμβάνειν ἐξὸν ἠσπάζετο τοὔλαττον. γί- νεται δὴ καὶ πάρεδρος ἀκολουθῶν φίλῳ, Προβατίῳ τῷ καλῷ. καὶ καλὴν ἀρχὴν ὁ Φθόνος ἔβαλεν. ὅθεν δὴ καὶ τάδε συμ- βέβηκεν, ἃ δὴ πάρεστιν ὁρᾶν. μᾶλλον δέ, οὐ πάντα δυσχερῆ· τῇ γὰρ ἀληθείᾳ προσέθετο βασιλεὺς καὶ λύει τὴν ταραχήν· ἀλλ’ οἶσθα δι’ ἧς ἔρχεται ψήφου τἀκείνου γράμματα καὶ ὡς ἥ κυρία καὶ βεβαιῶσαι καὶ μή. ταύτην οὖν ὅπως προσ- λάβοιμεν, σκόπει. πάντα δ’ ἂν γένοιτο τῆς σῆς φρενός τε καὶ ῥώμης, τῆς μὲν ἀνευρισκούσης πόρον, τῆς δὲ ἐπὶ τὸ πέρας ἰούσης.