Ancient Greek · ~3 min
Letter 231
Libanius, Epistulae 1-839 231
Not analysed yet
Πόλλα ἀγαθά σοι γένοιτο, βέλτιστε νέων, ὅτι ἃ περὶ τῶν γονέων διεσπούδασται τοῖς νόμοις, ὅπως ὑπὸ τῶν ἐγγόνων θεραπεύοιντο, ταῦτ’ αὐτὸς ἐπεδείξω περὶ τὸν διδάσκαλον. οὐ γάρ με ἔλαθεν ἃ περὶ τοῦ θαυμαστοῦ Κλεοβούλου πρὸς τὴν τήθην ἐπιστέλλεις δεόμενος αὐτῷ τὴν σὴν οὐσίαν ἀνεῷχθαι. μαθὼν δὲ αὐτὸς οὐκ ἔμελλον δήπου τὰ οὕτω καλὰ σιγή- σεσθαι, ἀλλ’ ἥ τε πόλις ἐμπέπλησται τῆς σῆς μεγαλοπρεπείας ἔχομέν τε τὸν Κλεόβουλον πάντως ἂν ἀποπτάμενον, εἰ μὴ τοι οὗτος ἦσθα. ἄγε οὖν, ὦ φίλη κεφαλή, βάλλ’ οὕτως. ὅπως ἐπαινοῖό τε καὶ μετ’ ἐλπίδος ζῴης βελτίονος. εἴληφας δὲ οὐδὲ νῦν φαύλους παρὰ τῶν Μουσῶν τοὺς μισθούς. φασὶ γὰρ πάντας ἁπανταχόθεν προσκεῖσθαι τῷ τῶν λόγων ἔρωτι. τουτὶ δὲ τὸ δῶρον τῶν Μνημοσύνης ἀκριβῶς.