Ancient Greek · ~3 min
245.1 to 245.3
Libanius, Epistulae 1-839 245.1-3
Not analysed yet
Οὐ ταῦτα μέντοι παρ’ ἡμῶν ἀπαίρων ἐπὶ τὴν ἀρχὴν ὑπι- σχνοῦ, σιγὴν καὶ τὸ ποιήσειν ἡμῖν χείρω τὰ πράγματα, ἀλλ’ ἦν πολὺ τούτων ἀφεστηκότα τὰ τότε λεγόμενα, φησὶ Δημο- σθένης, καλὰ καὶ φιλίᾳ πρέποντα, τὰ ἔργα δὲ τὰ ἀπὸ τούτων οὐδαμοῦ, πάλιν <ὁ> αὐτός πού φησιν. ὡς ἔγωγε νῦν μὴ οὐδέν μοι δυνηθῇ τὰ γράμματα καὶ πεπονθὼς ἦς ὅπερ Ἀνδρόνικος ὁ καλός. καὶ γὰρ ἐκεῖνον ἔπεισε τὸ ἄρχειν ἀγνοῆσαι τοὺς φίλους, ἄρχοντα μὲν ἀξίως ἐπαίνου, δεῖ γὰρ τἀληθῆ λέγειν, τὰ πρὸς ἡμᾶς δὲ αὐτῷ τάχ’ ἂν αἰτίαν ἔχοι. ἀλλά τοι δεῖ νῦν ταύτην δοῦναι τὴν χάριν, ὅπως τι κουφί- σαις τῶν πρότερον καὶ μὴ πάντα ἐγκαλῶμεν, μᾶλλον δὲ ὅπως μηδὲν ἐγκαλῶμεν. λύεται γὰρ ἔγκλημα χάριτι τελευταίᾳ και- ρὸν ἐχούσῃ, καὶ τοῦτο οἶσθα, εἴπερ οἶσθα Θουκυδίδην, εἰ μὴ καὶ τούτου γε ἐπελάθου τοῦ φίλου.