Ancient Greek · ~1 min
Letter 244
Libanius, Epistulae 1-839 244
Not analysed yet
Μάραν εἶδες εὐμενῶς· μίαν ταύτην εἴληφα χάριν. νῦν ἥκει χρόνιος· ἂν οὖν ἣν ὀφείλει τούτου μὴ λάβῃς δίκην, αὕτη δευτέρα χάρις. δίδου δὴ καὶ τρίτην, ἐπεὶ τρεῖς αἱ θεαί. τί οὖν αἰτοῦμεν; τεταλαιπωρημένον ἐν ᾧπερ ἦν τὸν ἄνδρα μετα- στῆσαι πρὸς ἔργον ὃ τῷ τηλικούτῳ πρέπει.