Ancient Greek · ~2 min
248.1 to 248.2
Libanius, Epistulae 1-839 248.1-2
Not analysed yet
Ἀλλ’ οὔτε τὰ πρῶτα κακῶς ἐβουλεύθη τοῖς Καισαρίου παισὶ ῥήτορι δεδωκόσιν αὑτοὺς νῦν τε εὕροιεν, ὦ Μοῦσαι, παρ’ ἐμοί τι τοιοῦτον, ὑφ’ οὗ μνησθήσονται παροιμίας τινός. ἥτις δὲ αὕτη, σὺ μὲν ἴσως ὁρᾷς, ἐμοὶ δὲ οὐ καλὸν λέγειν. γε- λῶν δέ σου πρὸς τὴν ἀπολογίαν, ἣν ἐποιοῦ κατηγοροῦντος οὐ- δενός, πάλιν ἐγέλων, ὅτι σε εὕρισκον φοβούμενον μὴ οὐ τοῦ παντὸς ἀπολαύσωσιν οἱ νέοι τῷ δι’ ἄλλων παρ’ ἡμᾶς ἥκειν. εἰ μὲν γὰρ ἐχθροὺς ἡγούμην, ἀπέκλειον ἄν δεξάμενος δὲ ὡς φίλους ἐμαυτὸν ἂν ποιοίην κακῶς, εἰ μὴ τούτους ἀγαθόν, ὅ τι ἂν δύνωμαι.