Ancient Greek · ~2 min
Letter 247
Libanius, Epistulae 1-839 247
Not analysed yet
Σύ με οὐκ ἐᾷς αἰτεῖν ὁ πάντα πέμπων πρὶν αἰτηθῆναι. 15 ὁμοῦ γὰρ ὑμῖν τέ τι παρὰ τῆς γῆς δέδοται καὶ ἐμοὶ παρὰ σοῦ, καὶ οὐκ ἔφθη τις εἰπών, ὡς ἀγαθή γε τῶν ἀστυγειτό- νων χώρα, νῦν τὸ καὶ φύει ὁ σὸς οἰκέτης ἐγγὺς φέρων ἡμῖν ἐφ’ οἷς ἡ χώρα ἐπῃνέθη. πῶς οὖν ἔστιν ἅ τις εἴληφεν αἰτεῖν, ὅπως ἂν λάβοι; ὁ γεωργός, ὅταν ὁ Ζεὺς οὐχ ὕῃ, ὗσαι τὸν θεὸν αἰτεῖ, ὕοντος δὲ χαίρει καθήμενος, ἀλλ’ οὐκ αἰτεῖ.