Ancient Greek · ~3 min
Letter 249
Libanius, Epistulae 1-839 249
Not analysed yet
Τοὺς Λακεδαιμονίους μεμίμηταί σου τὰ γράμματα. καὶ γὰρ ἐκεῖνοί τε μετὰ τὸ ἔργον ἧκον εἰς Μαραθῶνα βοηθεῖν ἐγνωκότες, ἴδει δὲ οὐδὲν ἔτι βοηθείας, ταυτί τε παρακαλεῖ με πρὸς ἐπιμέλειαν τῶν σῶν υἱέων, οἷς ἐστι παρ’ ἡμῖν δύναμις ἑτέροις τὰ τοιαῦτα παρέχειν. μὴ θαυμάσῃς δὲ εἰ τοσοῦτον οὕτω τᾳχέως ἴσχυσαν οὕτως ὄντες χρηστοὶ καὶ φιλόμουσοι μετὰ γὰρ τούτων ὅστις ἔρχεται παρ’ ἐμέ, πρὸ τῶν ἄλλων εὐ- θέως κέκριται καὶ πειθόμενον ἔχει. φέρει δὲ αὐτοῖς οὐ μικρὸν καὶ τὸ σοὺς εἶναι παῖδας, οὗ πᾶς ὁ μνησθεὶς σὺν ἐπαίνοις ἐμνή- σθη. βούλει τι καὶ τέταρτον εἴπω; συμφοιτητὴς ἐμός, ὁ τούτων θεῖος, Εὐσεβιος. καὶ τοῦτο ἐδιδάχθην αὐτὸς παρ’ ἐμαυ- τοῦ τὸ γένος εὑρὼν ἐπὶ τῆς τοῦ νεωτέρου μορφῆς.