Ancient Greek · ~5 min
25.3 to 25.7
Libanius, Epistulae 1-839 25.3-7
Not analysed yet
διὰ τοιούτων τὸ θέρος ἐλθόντες νῦν φαρμάκου πόσει τὸ σῶμα κουφίσαντες ἐπιστέλλομέν σοι τῆς μὲν σιγῆς τὰς αἰτίας ἀποδιδόντες, κινεῖν δέ σε πρὸς τὰ ἡμέτερα τόν γε οἴκοθεν ὡρμημένον οὐκ ἀξιοῦν- τες, ὡς ὅστις τινὰ παρακλήσεσιν ἐπεγείρει, κατεγνωκὼς ἀργίαν τοῦτο ποιεῖ σὺ δ’ οὐχ ὅπως αὐτὸς ῥᾳθυμεῖς, ἀλλὰ καὶ ἄλλον ἂν ἐξοτρύναις εἶναι πρόθυμον εἰς ἡμᾶς, ἴσως μέν τι καὶ ἐν ἡμῖν ἄξιον εὐνοίας εὑρών, πλέον γε μὴν ἐκεῖνο σκο- πῶν. ὅπως δόξεις ἀκολουθεῖν τῷ πατρί. καὶ γὰρ ἐκεῖνος ἑώρα τέ με ὡς ἥδιστα καὶ μετεδίδου λόγων τε καὶ βιβλίων. καὶ ὁ δοὺς ἀρχὴν ἡμῖν εἰς τὴν ἀμείνω δόξαν ἐκεῖνος ἦν. καὶ νῦν, εἴπερ ἦν, εἷς ἄν μοι πολλῶν ἦν ἀντάξιος. ἃ σὺ λογι- ζόμενος ἐπιχειρεῖς μοι δεικνύειν ὡς, εἰ καὶ Δουλκίτιος τέθνη- κεν, ἀλλ’ οὐχ ἥ γε πρὸς ἐμὲ σπουδὴ τῆς ὑμετέρας τέθνηκεν οἰκίας. ταύτην μὶν οὖν ζῶσαν ἀεὶ παρέξεις, τοὺς δὲ ἀνε- ψιοὺς ἴσθι σοι τῇ μὲν ἄλλῃ καὶ σφόδρα ἐπαινεῖσθαι, λυπῆσαι δὲ ἑνὶ τούτῳ τοὺς γείτονας μεγάλη γὰρ ἀεὶ φωνῇ τοὺς λό- γους συλλέγοντες τὸν ὕπνον ἀφαιρούμενοι τῶν πλησίον οἰκούν- τῶν τοὺς μὲν ἐξήλασαν, τοὺς δὲ ἐπέτριψαν.