Ancient Greek
Letter 26
Libanius, Epistulae 1-839 26
Not analysed yet
Καὶ αὐτός εἰμι τῶν βεβαπτισμένων ὑπὸ τοῦ μεγάλου κύματος ἐκείνου. κεῖται γὰρ Ἀρισταίνετος, ὦ Ζεῦ, ἡ δὲ δευ- τέρα πληγὴ προσδιέφθειρεν ἡμᾶς οὐδὲ τῆς Ἱεροκλέους κεφα- λῆς φεισαμένου τοῦ δαίμονος. διὰ ταῦτα σεσιγήκαμέν τε καὶ σιγήσομεν, ὅσα γε ἐν ὁμίλῳ κοινῷ. ὡς οἱ γε φοιτῶντες χρῶ τᾶι ἡμὶν οὐ χείροσιν πρόσθεν. ἥσθην δὲ τῷ τε υἱεῖ καὶ τῷ κηδεστῇ προθύμως εὖ μάλα λόγιον ἡμμένοις καὶ κι- νοῦσι τὸν παιδευτὴν οὐ παρακαλουμένοις, ὥστε καὶ σοὶ γρά- φοντι πρὸς αὐτὼ τὴν ἐκείνου τοῦ ἔπους ἀρχὴν ἀρκεῖν ἤ φη- σιν· οὕτω νῦν, φίλα τέκνα. πιστεύω δὲ καὶ Φιλόξενον ἄξια τῆς συγγενείας δράσειν.