Ancient Greek · ~7 min
251.1 to 251.8
Libanius, Epistulae 1-839 251.1-8
Not analysed yet
Οὐκ ὀκνήσω σοι περὶ τῶν δικαίων διαλεχθῆναι, ταῦτα γὰρ τὰ σὰ παιδικά, καὶ οὐκ ἂν ἄχθοιο τοῖς ὑπὲρ αὐτῶν λέ- γουσιν, ἀλλ’ εἴ τις ἔχων εἰπεῖν ὑπὲρ αὐτῶν τι σιγῴη. δοκεῖ δέ μοι καὶ ὁ Ῥαδάμανδθυς χαίρειν, ὁπότε καλοῖτο τῷ δικαίῳ βοηθεῖν, ἐφ’ ᾧ δόξαν εἶχεν, ὅτι ἄρα τὸ δίκαιον ἰσχυρὸν ποιεῖ. εἰμὲν οὖν ὥσπερ περὶ τῶν Ὀλυμπίου τρόπων οὕτως ἐτύγχα- νες ἀκηκοὼς καὶ περὶ τῶν ἄλλων πραγμάτων, οὔτ’ ἂν αὐτὸς ἐπέτρεπες τοῖς ἐπηρεάζουσιν ἡμῖν τ’ οὐδὲν ἂν ἔδει τοιαύτης ἐπιστολῆς· νῦν δ’ ὡς μὲν ἀγαθός, πολλαχόθεν ἔχεις μαθεῖν. καὶ πρῶτόν γε παρὰ τῶν Μακεδόνων, οἳ τούτῳ προσόμοιον ἄρχοντα λαβεῖν εὔχονται μέν, λαβεῖν δὲ οὐ δεδύνηνται. παρ’ ὧν δ’ ἂν ἦν σοι τἄλλα μαθεῖν, οὐκ ἐθέλουσι διδάσκειν, λυσι- τελεῖ γὰρ ἴσως αὐτοῖς τὸ πρᾶγμα ἀφανίζειν, ἀλλ’ ἐγὼ δηλώσω. Ὀλύμπιος οὗτος, ὃν δὶς εὖ πεποίηκας, δὶς γὰρ ἡμῶν ἦρξας, ἥξει δὲ ἴσως καὶ ἡ τρίτη, πρότερον μὲν εἰς τὸ Ῥωμαίων ἐτέλει συνέδριον, χθὲς δὲ ὡς εἰπεῖν γέγονεν ὑμέτερος. ἔπειθ’ ὑπὲρ ἀρχαίας ἐνοχλεῖται φορᾶς, οὐχ ὅτι ὀφείλει, πῶς γὰρ ὅ γε οὔ- πω τότε προσήκων ὑμῖν; ἀλλ’ ὅτι ὁμώνυμός ἐστιν Ὀλυμπίῳ τινί. τούτου δὲ οὐκ ἂν ἄξιος εἴη δοῦναι δίκην οὐ γὰρ αὐτὸς ἔπεισε τοὺς γονεῖς θέσθαι αὑτῷ τοὔνομα. πρῶτον μὲν δὴ ταύτην, ὦ δαιμόνιε, τὴν σύγχυσιν ἀξίου διορίζειν. ἔπειτα ἐν ταῖς φοραῖς μὴ μεῖζον ἔστω τῆς νεὼς τὸ φοτίον μηδ᾿ ὁ μὲν παρὼν πλουτῶν ἧττον, ὁ δὲ ἀπών, εἰ καὶ μὴ πλουτεῖ, φερέτω πλέον. ἐν γὰρ τοῖς τοιούτοις εἰς τὸ μέτρον τῆς οὐσίας βλεπτέον, οὐκ εἰς ἐκεῖνα. τῷ δὲ Ὀλυμπίῳ πάντα καλὰ καὶ μεγάλα πλὴν χρημάτων. ἦν γὰρ δὴ καὶ πατὴρ αὐτῷ δίκαιος καὶ ταῦτα ὢν δυνατός τε καὶ πολλῶν πατήρ, ἀλλ’ ὁ τρόπος οὐδ’ ὑπὸ τῆς πολυπαιδίας ἐγένετο χείρων.