Ancient Greek · ~4 min
251.9 to 251.12
Libanius, Epistulae 1-839 251.9-12
Not analysed yet
ὅν μοι δοκεῖ μούμενος Ὀλύμπιος ἐν τῇ Μακεδόνων ἀρχῇ γενέσθαι πενέστε- ρος αὐτοὺς δὲ ἐκείνους ἐποίησεν εὐπορωτέρους. ὥστε εἴ τις αὐτὸν προσείποι σὸν μαθητήν, οὐκ ἂν ἁμάρτοι. καὶ γὰρ ἐν σοὶ ταῦτα πάλαι τε ἦν καὶ νῦν ὁρᾶται. τούτῳ οὖν δεό- μεθα σύμμετρον εἶναι τὴν φοράν, κἄν τις εἰς τὸ λειτουργεῖν ἄγη νῦν, διακωλύειν τοῦ νόμου μεμνημένον, ὃς τοῖς ἄρτι δε- δομένοις ὑμῖν ἔδωκεν ἀναβολὴν οὐ νομίζων καλῶς ἂν ἔχειν πρὸ τῶν προΤέρων τοὺς δευτέρους δαπανᾶν. πολλὰ τῇ πό- λει νῦν ἐπὶ τὸ βέλτιον μετέστη, τί δὲ οὐκ ἔμελλε σοῦ γε εστηκότος; σχῆμα ἀρχῆς, οἰκοδομημάτων κάλλη, τὸ μὴ τὰ δη- μόσια τῶν ἰδίων εἶναι ἐλάττω, ταμιεῖον ὑδάτων, δι’ οὗ καὶ πρὸς ἡμᾶς ἔστιν ὑμῖν ἁμιλλᾶσθαι. γενέσθω δὴ καὶ τοῦτο καινόν, τὸ μὴ τοὺς συνέδρους ὑπ’ ἐνίων σπαράττεσθαι μηδὲ τοὺς μὲν ἐν γήρᾳ τελευτᾶν οὐ λελειτουργηκότας πάλαι τῶν παρ’ ὑμῖν ἀγαθῶν μετέχοντας, τοὺς δ’ οὔπω γεγευμένους τῶν παρ’ ὑμῖν ἀγαθῶν εὐθὺς ἀπὸ γραμμῆς ἀλγεῖν. εἰ γὰρ μὴ νῦν ταῦτα εἰς τάξιν ἔλθοι, πότ’ ἂν ἔλθοι;