Ancient Greek · ~3 min
Letter 253
Libanius, Epistulae 1-839 253
Not analysed yet
Ψευδόμενοι δέ σέ φασι Δῖός γόνον εἶναι πρός τινά τις ἔφησε τῶν ἐκ Δῖός Ἡρακλείδης περὶ Ἴλιον καὶ τὸ σὲ δὴ δύνασθαι ἐν τῇ πόλει λέγεται μέν, ἐλέγχεται δὲ οὐχ οὕτως ἔχον. οὔκουν οὐδὲν ἐβοήθησας Ὀλυμπίῳ περὶ πάντα ἀδικου- μένῳ. εἰ δὲ ἔστιν ὡς ἀληθῶς σοι δύναμις, ἕτερον ἀνάγκη χεῖρον ὁμολογεῖσθαι, τὸ μηδέν σοι μέλειν τῶν φίλων. οὐ γὰρ οἶδα τί ἂν δεινότερον ἐπάσχομεν, εἰ ἀπὼν ἐτύγχανες, οὗ νῦν παρόντος βλαπτόμεθα. εἰ δ’ εἰς ἄγνοιαν τῶν πραττομένων καταφεύξῃ, οὔτ’ εἰκότα δόξεις λέγειν τήν τε αἰτίαν οὐδὲν μᾶλ- λον ἀποφεύξῃ. καὶ γὰρ αὐτὸ τὸ μὴ τὰ τοιαῦτα ζητεῖν ἔχκλημα. ἑλοῦ δὴ τριῶν ὅ τι βούλει, ἡ παῦσαι τοὺς ἀδικοῦντας ἡ φαῦλος εἶναι λέγειν ἢ ἀσθενής. οἶδ’ ὅτι τὸ τρίτον ἐρεῖς εἰρω- νευόμενος, πλὴν οὐ λήσεις γε εἰρωνείᾳ χρώμενος.