Ancient Greek · ~1 min
Letter 266
Libanius, Epistulae 1-839 266
Not analysed yet
Ἰοῦ τὴν ἐπιστολὴν φέροντος υἱὸς φοιτᾷ παρ’ ἡμᾶς. ἐπι- μελοῦμαι οὖν τοῦ μέν, ὡς εἰκὸς μαθητοῦ, τοῦ δὲ ὡς πατρὸς μαθητοῦ, τῷ μὲν ὧν ἔχω λόγων διδούς, τῷ δὲ τὸ σὸν εὐμενές. ἀλλ’ ἔστιν αὐτῷ καὶ ἀδελφός, ὃν οὔπω μὲν εἶδον, ὡς δὲ ἀδελφὸν τοῦδε βουλοίμην ἂν εὖ παθεῖν