Ancient Greek
Letter 273
Libanius, Epistulae 1-839 273
Not analysed yet
Ἤρκεσέ μοι γνῶναι ὅτι δοίης ἄν, ἐπεί τοι καὶ τὴν ἀρχὴν πείρας εἵνεκα ᾔτουν, ὅπως εἰδείην εἰ καὶ τὰ τοιαῦτα δώσεις. μνήμη δὲ μισθῶν ὀφειλομένων οὐκ ἦν ἐσπουδακότος λόγος, ἀλλ’ ἀνδρὸς ἡδομένου τῇ μνήμῃ τῆς συνουσίας. εἰ γὰρ δὴ καὶ σφόδρα ὀφείλων ἐτύγχανες, τριπλῇ τετραπλῇ τ’ ἀπέτισας ἔργοις μείζοσι καὶ καλλίοσι τῶν Γύγου χρημάτων. τοῦτόν τε οὖν ἔχε τὸν ἵππον ἕτερόν τε μὴ ζήτει. πᾶς δὲ ὁ τῶν ὑποσχέσεων ἀκούσας ἀκούσεται τὸ ἔργον καὶ κοσμήσει σὲ μὲν τῷ πέμψαι, τῷ μὴ λαβεῖν δὲ ἐμέ.