Ancient Greek · ~2 min
Letter 275
Libanius, Epistulae 1-839 275
Not analysed yet
Τοῦ τὴν οἰκουμένην ἐκ λόγων εὖ ποιοῦντος Προαιρε- σίου συγγενὴς ἐν Κουκουσῷ Φιλάστριος πολιτεύεται. τοῦτον καὶ ὡς ἄνδρα ἀγαθὸν βουλοίμην ἂν τῆς παρὰ σοῦ τυγχάνειν εὐνοίας καὶ ὅπως φαίνοιο τιμῶν τὸν χαλκοῦν μὲν ἐν Ῥώμῃ, χαλκοῦν δὲ Ἀθήνησιν ἑστηκότα. τὸ δὲ αὐτὸ καὶ ἐμοί τινα τιμὴν οἴσει τῷ παρακεκληκότι καὶ δόξεις τῷ μὲν οὐδὲ γράψαντι χαρίζεσθαι, γράψαντι δὲ ἐμοὶ προσεσχηκέναι.