Ancient Greek · ~2 min
Letter 280
Libanius, Epistulae 1-839 280
Not analysed yet
Οἶμαί σοι Λεόντιον τὸν σοφιστὴν ἤδη γεγονέναι φίλον, ἐπειδὴ λόγους ὁ μὲν κέκτηται, σὺ δὲ φιλεῖς. τούτου συγγενὴς οὑτοσὶ Κλεόπατρος Λαὶ μαθητής, ὃν ἐκεῖνος μὲν ἐμοὶ συνέ- στῆσεν, ἐγὼ δὲ σοί. τὸ μὲν οὖν παρ’ ἐκείνου τῷ Κλεο- πάτρῳ μικρόν, μικρὸν γὰρ δήπου τό γε ἐμόν, τὸ δὲ παρ’ ἐμοῦ μέγα, μέγα γὰρ δήπου τό γε σόν. φήσεις δὲ αὐτὸν εὖ ποιῶν καὶ ῥήτορα καὶ χρηστὸν εὖ πεποιηκέναι.