Ancient Greek · ~3 min
283.3 to 283.5
Libanius, Epistulae 1-839 283.3-5
Not analysed yet
τί τὸ φοβοῦν, ἀκοῦσαι ποθεῖς; ἐξήρπασε τοῦ τότε κρα- τοῦντος θασγάνιος τὴν πόλιν οἶσθ’ ὅπως ζέοντος. οὐκ ἦν οὖν τὴν τοῦδε βοήθειαν δεῖξαι μεγάλην μὴ τὴν ὠμότητα δεί- ξαντα τὴν ἐκείνου μεγάλην. δέδεικται δή, καὶ ὁ λόγος ὧν εἰκὸς τετύχηκεν. ἀλλ’ ἔστι δέος μὴ τῷ μὲν λόγῳ τὸ μέρος ἔχῃ καλῶς, τὸ καλὸν δὲ τοῦτο κακὸν τέκῃ τῷ ποιητῇ δύναται γὰρ καὶ τεθνεὼς ἐκεῖνος διὰ τοῦ ζῶντος. ὅστις οὖν οὐκ ἐπι- θυμεῖ βαράθρου, κρύψαι λόγον αἱρήσεται μᾶλλον ἢ διδοὺς τρέμειν. τουτὶ μὲν οὖν ἀναβολῇ δεδόσθω, τὸν δὲ ἕτερον δέξῃ δι’ ἀνδρὸς ἀρίστου τῶν παρ’ ἡμῖν, οὗ πρότερος οὐδεὶς ἦλθεν ἐπὶ τὸ βουληθῆναι λαβεῖν. ταυτὶ δέ σοι, δι’ ὧν ἡμιλ- λησάμην πρός τι τῶν Δημοσθένους, καὶ προάγωνε δύο, ὁ μὲν ὃν ᾔτεις, ὁ δὲ ἴσως οὐκ ἀνιάσων.