Ancient Greek · ~2 min
Letter 284
Libanius, Epistulae 1-839 284
Not analysed yet
Ὁ γέρων οὗτος Ἡράκλειος ὁ πολλὰ κακὰ παθών, οὐ διὰ τὴν σὴν ἀρχήν, πρὸ γὰρ τῆς Δημοσθένους πολιτείας ὁ Φωκικὸς πόλεμος, ἀλλὰ διὰ τοὺς ῥᾳδίως ὃν ἂν ἐθέλωσιν ἄγχοντας, ἥκει βραχύτερον μέν σοι πεποιηκὼς τὸν πόνον τοῖς ἐνταῦθα ἐσπουδασμένοις, τὴν τελευτὴν δὲ τοῦ παντὸς ἐν ταῖς παρὰ σοῦ ψήφοις ἔχων. ποίει δὴ καλὸν τὸ τέλος καὶ δίδου χάριν μηδὲν ἐκβαίνων τὸ δίκαιον· ὡς ἔστιν ἄτοπον ἣν ἄρχον- τος Εὐθηρίου δόξαν ἐν Ἀρμενίοις ἐκτησάμην, ὡς οἷός τ' εἴην βοηθεῖν, ταύτην ἐπὶ τῆς ἡγεμονίας Μαξίμου τοῦ καλοῦ διαφθαρῆναί μοι.