Ancient Greek · ~4 min
Letter 287
Libanius, Epistulae 1-839 287
Not analysed yet
Ἥσθην οἷς ἔγραψας. ἅ τε γὰρ ἐβουλόμην ἐμήνυες καὶ τὸ κάλλος ἦν ἀμήχανον οἷον τῆς ἐπιστολῆς, ὥστε μου βοῶν- τος ἐπ’ ἀγορᾶς, ἐκεῖ τε γὰρ ἔλαβον καὶ λαβὼν εὐθὺς ἀνέγνων, ἐφ’ ὅτῳ βοᾷς; ἤρετο Στρατήγιος, τὸν πολιτευόμενον λέγω, καὶ γνοὺς ἀνέγνω τε καὶ ἐμιμεῖτό μου τὴν βοήν. ἴθι δὴ καὶ τοῦτον ἡμῖν εὖ ποίει καὶ φίλει παῖδα ὄντα ἐμόν. πάντως δὲ οἴ μοι νεμεσήσεις οὕτω καλοῦντι τὸν μαθητήν, ὃς μετὰ πολλῶν ἐφοίτησε παρ’ ἐμέ, μέμψεως δὲ μετ’ ὀλίγων ἐγένετο κρείττων καὶ ταῦτα συνεχῶς συνδιατρίβων τε καὶ τραπέζης κοινωνῶν καὶ τῶν μετὰ μεσημβρίαν πόνων καὶ ὅσων εἰκὸς νεανίσκον πιστευόμενον διὰ τὸν τρόπον. τούτῳ τὸ μὲν γένος ἔκ τε ὧν ἄρχεις καὶ Γαλατῶν, πλείων δὲ αὐτῷ λόγος ἧς ἄρχεις καί πως ἐπὶ τὴν Ἀρμενίαν ῥέπει πάλαι. τοῦτο δὲ εἰ καὶ μὴ πρότερον ἐποίει, πάντως ἂν νῦν ἐφάνη ποιῶν σοῦ τὰς πόλεις Σαμίων ἄνθη φασὶ καὶ λαύραν ἀποφήναντος Σαμιακήν.