Ancient Greek · ~3 min
Letter 294
Libanius, Epistulae 1-839 294
Not analysed yet
Ἐπὶ τὴν αὐτὴν Ἀθηνᾶν ὑπὲρ ὁμοίων καταφεύγομεν πραγμάτων. πρῴην ἡμῖν ἐξήρπασας νέον ἐκ πυρὸς καὶ πόνους ὑπέστης, οἴους ἄν τις ὑπὲρ υἱέος. τῶν αὐτῶν δεῖ πόνων καὶ τῆς ἴσης προθυμίας, μᾶλλον δέ, πολλῷ μείζονος. Ἀγροίκιος γὰρ οὑτοσὶ παιδὸς οὐδέν μοι διαφέρει κοὶ διαγέγονα μέχρι τῆς τήμερον ἡμέρας ἀνέχων αὐτοῖς τὴν οἰκίαν πολλοῖς ἀδελ- φοῖς καὶ πένησιν. ἀλλ’ οἱ ῥᾳδίως ψηφίσματα γράφοντες δείξαι θέλουσιν ὡς πλὴν τοῦ συνεύξασθαι τοῖς φίλοις οὐδὲν ἄλλο δυναίμην ἂν ὠφελεῖν. καίτοι πρός γε τὴν σὴν ὀργὴν οὐ δι’ εὐχῆς αὐτοῖς, ἀλλ᾿ ἔργοις ἤμυνα καὶ τὸ κῦμα ἐστόρεσα. οἱ δὲ οὕτω σφόδρα μέμνηνται τῆς χάριτος, ὥστ’ ἀντ’ εὐερ- γεσίης Ἀγαμέμνονα. μαθέτωσαν οὖν ὡς δύναμις ἐμή τε καὶ σὴ καὶ οὔκ εἰμι ῥᾷστος παθεῖν κακῶς, ἴως ἂν ἰσχύῃς· τὸ μὲν οὖν διδάξαι περὶ τῶν πραγμάτων Ἀγροικίου, τὸ δὲ μὴ παρασυρῆναι τὸν ἄνδρα τῆς σῆς ἀνδρείας.