Ancient Greek · ~2 min
298.1 to 298.2
Libanius, Epistulae 1-839 298.1-2
Not analysed yet
Ἀλλ᾿ ἄγε δή, μετάβηθι καὶ ποίει Γαλάτας, ἃ Φρύγας. Φρύγας δὲ ἄρα πρὸς ἅπασαν εὐδαιμονίαν ἤγαγες τῇ περὶ τὸ ποιμαίνειν τέχνῃ. ταῦτα δὲ ἐγὼ περὶ σοῦ πεπεισμένος καὶ κηρύττειν οὐκ ὀκνῶ. σὺ δὲ τὰ βελτίω μὲν ὑπὲρ ἡμῶν ἐπέ- πεισο, σιγῇ δὲ ἔκρυπτες. ἐγὼ δέ σε καὶ οὕτω χρηστὸν ἡγού- μην καὶ μετὰ τῶν ἐμαυτοῦ φίλων ἠρίθμουν καίτοι δοκοῦντα τετάχθαι μετὰ τῶν ἐναντίων· οὐ γὰρ ἐτόξευες. ἀκόλουθον δὴ τῷ τότε οὕτω φρονεῖν τὸ νῦν χάριν αἰτεῖν. αἰτήσω δὲ πολλὰς μὲν ἐπὶ ταύτῃ, πρὸ δὲ τῶν ἄλλων ταύτην.