Ancient Greek · ~1 min
Letter 297
Libanius, Epistulae 1-839 297
Not analysed yet
Ἐκέλευσέ με Θηράσιος ἐπιστεῖλαί σοι τὸ πρὸς ἀμφοτέ- ῥοῦς φίλτρον ἑνὶ τούτῳ δεικνύων ᾔδει γὰρ ἐμοί τε ἥδιστον ὂν τὸ πέμψαι σοί τε τὸ λαβεῖν. ἀλλ’ ὅπως αὐτὸν ἀμειβώ- μεθα τῆς χάριτος—ἔστι δὲ ῥᾷστον· οὐ γὰρ ἀπὸ χρυσοῦ τοῦτο δεήσει ποιεῖν, ἀλλ’ ἀπὸ γλώττης· —ἃ σύνισμεν αὐτῷ λέγοντες. σύνισμεν δὲ λόγων τέχνην καὶ τρόπων ἀρετήν.