Ancient Greek · ~2 min
301.2 to 301.4
Libanius, Epistulae 1-839 301.2-4
Not analysed yet
καὶ πολλοὺς ἤδη καὶ ἔτρωσεν ἀδι- κοῦντας καὶ ἔσωσεν ἀδικουμένους. βλέπων δὲ πρὸς τὸ καλὸν μᾶλλον ἢ πρὸς ἀργυρίου πλῆθος ὑπό γε τῶν δυνατῶν πιστεύεται. τὰ παρόντα δὲ σὲ πειθέτω καὶ σχῆμα λαμπρὸν ἐν ἐλπίσι. κάλλιστον δὲ αὐτοῦ τὸ τοὺς μὲν ναυτιῶντας νέους φεύγειν, τὸ κτῆμα δὲ φυλάττειν τῶν λόγων. ἔξεστι δέ σοι πεῖραν λαβεῖν καὶ ἀκούοντι καὶ λέγοντι· σεῖσαί τε γὰρ δεινὸς ἀκροώμενον καὶ ταὐτὸ παθεῖν ὑπὸ κάλλους λόγων. παν- ταχῆ δὲ ὢν ἀγαθὸς ἒν ἀδικεῖ, παρὰ σοὶ δ’ ἂν συγγνώμης τύχοι· πολλῷ τῷ φίλτρῳ κέχρηται πρὸς ἐμέ, καὶ τοῦτ’ αὐτὸν εἰς ἐπαίνων ὑπερβολὰς ἐκφέρει.